# Contra Marcellum 14-3-16

Eusebius, Contra Marcellum, 14 to 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/14-3

μείζων γὰρ καὶ αὐτῆς τῆς ἀθανασίας ὁ θεός, ὁ τῇ ἑαυτοῦ βουλήσει καὶ τὰ μὴ ὄντα ἀθάνατα ποιεῖν δυνάμενος. ὅτι δὲ οὐ πᾶν τὸ ἀθάνατον ἡνῶσθαι θεῷ ἄξιον δῆλόν ἐστι καὶ ἀπὸ τοῦ ἀρχὰς καὶ ἐξουσίας καὶ ἀγγέλους ἀθανάτους ὄντας μηδὲν διαφέρειν τῇ ἑνότητι τοῦ θεοῦ. ταῦτ’ εἰπὼν καὶ ὥσπερ εἰς βυθὸν ἀτοπίας ἑαυτὸν ἐκπεπτωκότα συναισθόμενος ἀνακαλεῖσθαι πειρᾶται, τρόπον τινὰ ἐξομολογούμενος ὅτι μηδὲν ἠπίστατο ὧν ἔλεγεν· διὸ ἐπάγει λέγων εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ λόγῳ ἀθανάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν. πῶς γὰρ τοῦτο πράττειν δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα;

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
