# Contra Marcellum 21-3

Eusebius, Contra Marcellum, ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ καὶ τῇ σαρκὶ ᾗ ἀνείληφεν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/21-3

ἀλλὰ καὶ ὁ τυχὼν εἶπεν ἂν πρὸς αὐτόν, τί δὴ οὖν σαυτὸν σκώπτεις, ἄνθρωπε; τί δὲ κατὰ κρημνῶν ὠθεῖς, περὶ ὧν μὴ μεμάθηκας ὁριζόμενος ἐγγράφως; τί δὲ μὴ φυλάττεις ἃ παρὰ τῶν ἐκκλησιαστικῶν πατέρων τε καὶ διδασκάλων παρείληφας, νεωτερίζεις δ’ ἄντικρυς νέαν καὶ ξενίζουσαν εἰσάγων τῷ βίῳ διαστροφήν, ἀρχήν τε πρόσκαιρον καὶ νεωτέραν τῇ βασιλείᾳ τοῦ Χριστοῦ διδοὺς καὶ ταύτης τέλος ὑφιστάμενος, καὶ τὸν μὲν ἀληθῶς μονογενῆ τοῦ θεοῦ υἱὸν ἀρνούμενος λόγον δὲ ψιλὸν ἀνούσιον καὶ ἀνυπόστατον ὑποτιθέμενος, ὃν οὐδ’ ἕτερον ἢ ἓν καὶ ταὐτὸν τῷ θεῷ εἶναι φῄς, ὃ δὴ καὶ πᾶς εἴποι ἂν ἀρνούμενος τὸν υἱὸν τοῦ θεοῦ, εἰκότως;

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
