# Contra Marcellum 26-2-28

Eusebius, Contra Marcellum, 26 to 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/contra-marcellum/26-2

ἀλλὰ καὶ γυμνῇ τῇ κεφαλῇ φήσας πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν συνεῖναι τῷ λόγῳ;), εἶναι εἰκόνα τοῦ ἀοράτου θεοῦ τὴν σάρκα ἐπὶ τοῦ παρόντος εἶναι διισχυρίζεται, διαβεβαιούμενος ἀποφαντικῶς ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ λόγος αὐτοῦ. 20 καὶ αὖθις μετὰ τὰ ἐκτεθέντα ἐπιφέρει λέγων διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῦ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. εἰκὼν δὲ ἐστὶν φησὶν ὁ ἀπόστολος τοῦ ἀοράτου θεοῦ. νῦν δηλονότι, ὁπηνίκα τὴν κατ’ εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀληθὴς τοῦ ἀοράτου θεοῦ γέγονεν. εἰ γὰρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. οὕτε γὰρ τὸν λόγον οὕτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκόνος ταύτης γνῶναί τινα δυνατόν.

---

Eusebius Caesariensis, Contra Marcellum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg007.local001/.
