Ancient Greek
Book 1, Chapter 1
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.1.2
Not analysed yet
ὅμως εἴχετό τινος εἰκότος τὸ δοκεῖν τὰ μὴ αὐτῷ φίλα φαυλίζειν· τὸ δὲ λαθεῖν κόπτοντα αὑτὸν διὰ τῆς τοῦ ὁμογνώμονος δυσφημίας ἀναιδείας ἔμοιγε δοκεῖ ἅμα καὶ ἀναισθησίας ὑπάρχειν. ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, γένοιτ’ ἂν ἔλεγχος αὐτὸς ἑαυτοῦ, υἱοπάτορα τὸν θεὸν κατὰ τὸν Σαβέλλιον, |εἰ καὶ μὴ γυμνῷ τῷ λόγῳ, τῇ γοῦν ἀληθείᾳ εἰσάγων, τῷ τὴν ὑπόστασιν ἀναιρεῖν τοῦ υἱοῦ, ἕνα δὲ θεὸν ὁρίζεσθαι. καὶ τοῦτον ἑαυτοῦ πατέρα καὶ αὖ πάλιν υἱὸν ἀποκαλεῖν ἑαυτοῦ. λόγον γὰρ εἶναι δοὺς τὸν ἐν τῷ θεῷ,