Ancient Greek
Book 1, Chapter 10
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.10.3
Not analysed yet
ὃν δὴ καὶ πρὸς αὐτοῦ καὶ πρὸς τοῦ πατρὸς μαρτυρούμενον εἶναι υἱὸν πῶς τοῖς λοιποῖς γενητοῖς παραβάλλειν ὅσιον; πῶς δ’ ἔσται μονογενὴς τῷ πλήθει τῶν γεγονότων συναριθμούμενος; καὶ μὴν ἐξ αὐτῆς τῆς προσηγορίας ὁ υἱὸς τὴν πρὸς τὸν πατέρα φυσικὴν σχέσιν παρίστησιν, ὡς αὖ πάλιν τὸ μονογενὲς ὄνομα καὶ τοῦ γένους ἐφάπτεται καὶ τῆς γενέσεως αὐτῆς καὶ τοῦ μόνον εἶναι καὶ μηδέτερον αὐτῷ τῆς υἱότητος κοινωνεῖν. |ἀλλ’ ἐοίκασιν ταὐτὸν Μαρκέλλῳ πάθος πεπονθέναι καὶ οὗτοι.