Ancient Greek
Book 1, Chapter 12
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.12.8
Not analysed yet
διὸ ἕπεται νοεῖν, ὡς καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. ὅσῳ δὲ τῆς γεώδους σαρκὸς ὁ ἐπέκεινα τῶν ὅλων θεὸς ἀπηλλοτρίωται καὶ ἀπεσχοίνισται τῇ φύσει, τοσούτῳ χρὴ νοεῖν καὶ τῆς τῶν σαρκῶν γενέσεως ἀπηλλοτριῶσθαι τὸν τρόπον, καθ’ ὃν ὁ πατὴρ ἐγέννα τὸν υἱόν. |οὐ γάρ τι προϊεμένος οὐδ’ ἀλλοιούμενος οὐδέ γε παθητικῶς κινούμενος οὐδ’ ὅλως τι τῶν ἡμῖν συνεγνωσμένων ὑπομένων, ὑφίστη αὐτόν.