Ancient Greek
Book 1, Chapter 15
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.15.2
Not analysed yet
ταῦτα Μάρκελλος ἔγραφεν, τῆς τοῦ Σαβελλίζειν ὑπονοίας καθαίρων ἑαυτὸν μέχρι φωνῆς καὶ λόγου· τῇ γε μὴν γνώμῃ καὶ τῇ πρὸς τὸν ἄνδρα ὁμοφροσύνῃ ἁλίσκεται τοῖς αὐτοῖς ἐκείνῳ περιπειρόμενος βέλεσιν, ὡς ἔμοιγε *****καὶ δι’ εὐχῆς ὑπῆρξεν ἂν τὸ μὴ τοῖς αὐτοῖς αὐτὸν περιπεσεῖν· νυνὶ δὲ κάκιον ἢ ἐκεῖνος πλημμελῶν φαίνεται. ὁ μὲν γὰρ τάχα που σφαλλόμενος ἠγνόει· |ὁ δ’ ὁμολογῶν ἐσφάλθαι τὸν ἄνδρα, κἄπειτα αὑτὸν ὠθῶν ἐπὶ τὸν προφανῆ τῆς αὐτῆς δυσσεβείας κρημνόν, οὐδεμιᾶς γένοιτ’ ἂν συγγνώμης ἄξιος. ἀλλὰ γὰρ διασκεψώμεθα τὰ λελεγμένα.