Ancient Greek
Book 1, Chapter 17
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.17.4
Not analysed yet
ταῦτα οὐ μᾶλλον Μαρκέλλου ἢ Σαβελλίου λέγοντος ἀκούειν προσήκει νομίζειν, εἰ μὴ ἄρα τοῦτ’ ἐπισκώπτοι Σαβελλίῳ Μάρκελλος, ὅτι μὴ ἀναιδῶς τὸν ἐν τῷ θεῷ σημαντικὸν λόγον, ὡς αὐτὸς οἴεται, υἱὸν ἐτόλμα ὀνομάζειν. οὐ γὰρ αὖ τοσαύτη αὐτῷ λογισμοῦ παρῆν ἄνοια. ὡς λόγον ὁμοίως ἀνθρώποις καὶ τῷ ἐπὶ πάντων διδόναι θεῷ, οὐδ’ οὕτως ἠλίθιος ἦν, ὡς τὸν μὴ ὑφεστῶτα λόγον υἱὸν θεοῦ καλεῖν. διόπερ Σαβέλλιος ἕνα θεὸν εἰπών, τὸν δ’ υἱὸν ἀρνησάμενος,