# De ecclesiastica theologia 1.18.1

Eusebius, De ecclesiastica theologia, Book 1, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-ecclesiastica-theologia/1.18.1

| ἐπάκουσον γοῦν, ὡς διαβεβαιοῦται, αὐτοῖς ῥήμασιν τοῦτον γράφων τὸν τρόπον (Nr. 37) ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἢ τοῦθ’ ὅπεο ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ εὐαγγελίου εἴρηκεν. ἐπειδὴ γὰρ [τὴν] μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἰ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, 〈οὐ〉 παρὰ τοῦτο ἀγνοεῖν ἡμᾶς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος εὐαγγελιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῷ πνεύματι τῆς ἄνωθεν μνημονεύων ἀρχῆς καὶ μηδενὸς νεωτέρου, »ἐν ἀρχῇ ἦν ὁ λόγος«, ἔφη »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, »καὶ θεὸς ἦν ὁ λόγος«, ἵνα δείξῃ 〈ὅτι〉, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ’ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα [καὶ] οἰκονομίας.

---

Eusebius of Caesarea, De ecclesiastica theologia, ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg009.local002/.
