Ancient Greek
Book 1, Chapter 19
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.19.2
Not analysed yet
καὶ δὴ τοῦτο πρῶτον διασκοπητέον, ὃ δὴ καὶ 〈πρῶτον〉 τετόλμηκεν ἀποφήνασθαι, πρὶν τεχθῆναι διὰ τῆς παρθένου τὸν υἱὸν τοῦ θεοῦ μὴ κεκλῆσθαι ἑτέρῳ ὀνόματι ἢ λόγον. μήτε γὰρ εἶναι αὐτόν τι πρὸ τῆς ἐνσάρκου παρουσίας |ἢ λόγον, μήτ’ ὠνομάσθαι ἑτέρως εἰ μὴ ἄρα προφητικῶς, λόγον γὰρ εἶναί τε καὶ ὠνομάσθαι καὶ οὐδὲν ἕτερον φάσκει, μετὰ δὲ τὴν ἔνσαρκον παρουσίαν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετυχηκέναι.