Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.22
Not analysed yet
τί οὖν ἐχρῆν παθεῖν τὸν μετὰ τὰς τοσαύτας φωνὰς τολμήσαντα φάναι (Nr. 43 =81) λόγον εἶναι αὐτὸν καὶ οὐδὲν ἕτερον, αὐτολεξεί τε εἰρηκότα (Nr. 34) καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ αὑτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ. ταῦτα γὰρ Μάρκελλος εἰπὼν οὐκ οἶδ’ [ὅπως] ὁποίοις ὀφθαλμοῖς οἷός τε ἦν ἀντιβλέπειν ἢ ποίοις χείλεσιν ἀντιφθέγγεσθαι ταῖς τοσαύταις μαρτυρίαις.