Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.46
Not analysed yet
καὶ πῶς οὗτος εἶπεν ἂν ζῆν ἰδιάζουσαν ζωὴν παρὰ τὸν πατέρα; πῶς δὲ αὐτὸς ἀπέσταλτο συνημμένος καὶ ἡνωμένος ἀεὶ τῷ θεῷ; πῶς δὲ καὶ διδάσκαλον αὐτοῦ φησὶν εἶναι τὸν πατέρα; πῶς δὲ »τὰ ἀρεστὰ τῷ πατρὶ πάντοτε« πράττειν ἑαυτὸν ἔλεγεν ; |αὗται γὰρ διαρρήδην υἱοῦ ὑφεστῶτος καὶ ζῶντος εἶεν ἂν φωναί, καὶ δι’ ὅλου δὲ τοῦ εὐαγγελίου ὁ εὐχόμενος τῷ πατρί, 〈ὁ〉 δοξάζων τὸν πατέρα, ὁ παρὰ τοῦ πατρὸς δοξασθῆναι ἀξιῶν, τί ἕτερον ἢ ὑφεστῶτα ἑαυτὸν δείκνυσιν, καὶ μάλιστα ὅτε φησὶν »δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.