# De ecclesiastica theologia 1.20.49-53

Eusebius, De ecclesiastica theologia, 1.20.49 to 1.20.53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-ecclesiastica-theologia/1.20.49

καὶ πάλιν (Nr. 37) ἵνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ’ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα οἰκονομίας. καὶ αὖθις (Nr. 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«. ὡς καὶ αὐτὸς γέγραφεν, καὶ γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος. τοσαῦτα Μαρκέλλῳ εἰπεῖν καὶ ἀποφήνασθαι πάρεστιν διὰ τὸ μὴ ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ. πρὸς ὃν εἶπεν ἂν ὁ εὐαγγελιστὴς μέγα ἐπιβοήσας· τί φῄς, ἄνθρωπε; οὐ λόγον αὐτὸν ἔφην μόνον, ἀλλὰ καὶ θεόν, καὶ »φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, καὶ μονογενῆ υἱὸν τὸν »εἰς τὸν κόλπον τοῦ πατρός«. μὴ δὴ οὖν συκοφαντείτω τις τὸν θεολόγον, ἀλλ’ ἀκριβῶς ἐπαϊέτω αὐτοῦ, ὁποῖον ὑπέθετο λόγον παρὰ πόδας συνάψας »καὶ θεὸς ἦν ὁ λόγος« καὶ προσθεὶς τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο«. κατὰ δὲ αὐτὸν τὸν τῶν ὅλων σωτῆρα οὐδὲ ἅπαξ ὠνόμασται λόγος. ἀλλὰ υἱὸς θεοῦ καὶ μονογενὴς καὶ φῶς καὶ ζωὴ καὶ ἀλήθεια καὶ πάντα μᾶλλον ἢ λόγος. | ηʹ. εἰ δὲ λέγοι ταῦτα ἐκ τῆς καινῆς διαθήκης εἰρῆσθαι, λεχθήσεται αὐτῷ ὅτι καὶ τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος« οὐδ’ ἑτέρωθεν ἦν ἢ ἐξ αὐτῆς. ἓν δὴ οὖν καὶ τὸ αὐτὸ εὐαγγέλιον ὁ αὐτός τε εὐαγγελιστὴς ὁ λόγον αὐτὸν εἰπὼν καὶ τὰ λοιπὰ πάντα περὶ αὐτοῦ συνεγράψατο.

---

Eusebius of Caesarea, De ecclesiastica theologia, ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg009.local002/.
