Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.5
Not analysed yet
ὡς εἶναι ἓν καὶ ταὐτὸν τὸ φῶς καὶ τὸν θεὸν λόγον. λέγων δὲ δι’ αὐτοῦ γεγενῆσθαι ποτὲ μὲν τὸν κόσμον ποτὲ δὲ τὰ πάντα τὸ ὑπηρετικὸν τοῦ θεοῦ παρίστησιν. δυνάμενος |γοῦν ὁ εὐαγγελιστὴς εἰπεῖν· πάντα ὑπ’ αὐτοῦ ἐγένετο, καὶ αὖθις· καὶ ὁ κόσμος ὑπ’ αὐτοῦ ἐγένετο, οὐχ ὑπ’ αὐτοῦ ἔφη ἀλλὰ »δι’ αὐτοῦ« [ἦν], ἵν’ ἡμᾶς ἀναπέμψῃ ἐπὶ τὴν τῶν ὅλων ποιητικὴν τοῦ πατρὸς αὐθεντίαν.