Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.54
Not analysed yet
θʹ. καὶ Παῦλος δὲ ὁ θεῖος ἀπόστολος λέγων »ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὑ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, δῆλός ἐστιν τὸν πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν τοῦ θεοῦ »δι’ οὗ τὰ πάντα« ἐγένετο, οὐ λόγον ὀνομάζων, ἀλλὰ κύριον Ἰησουν καὶ Χριστόν. ἀλλ’ εἰ κατὰ Μάρκελλον εἷς καὶ ὁ αὐτὸς ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ἀπήρκει τῷ ἀποστόλῳ φάναι »ἡμῖν εἷς θεὸς ὁ πατήρ.