Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.58
Not analysed yet
ιʹ. οἶδεν δὲ τὸν τῆς σαρκὸς προϋπάρχοντα τοῦ θεοῦ υἱὸν Χριστὸν ὀνομάζειν ὁ αὐτὸς Παῦλος, κατὰ τὸ αὐτὸ πέτραν αὐτὸν ἀποκαλῶν, δι’ ὧν γράφει περὶ τῶν ἐν τῇ ἐρήμῳ συνδιατριψάντων Μωσεῖ, λέγων »ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός«, καὶ ἐπισφραγίζεται τὸ αὐτὸ μεθ’ ἕτερα φάσκων »μηδὲ ἐκπειράζωμεν τὸν |Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὀφέων ἀπώλοντο«.