Ancient Greek
1.20.60 to 1.20.61
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.60-61
Not analysed yet
συνορᾷς ὅτι πρὸ τοῦ κενῶσαι ἑαυτὸν καὶ μορφὴν δούλους λαβεῖν ἦν καὶ προῆν καὶ »ἐν μορφῇ θεοῦ« ὑπῆρχεν. τίς δὲ ἦν οὗτος; οὐδεὶς ἄλλος ἢ Ἰησοῦς Χριστός. αὐτὸς οὖν ἦν θεὸς λόγος Ἰησοῦς Χριστὸς καὶ πρὶν ἢ τὴν σάρκα λαβεῖν. ἀκριβῶς γὰρ ἀκουστέον τοῦ θείου ἀποστόλου λέγοντος »τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ«, καὶ διασαφοῦντος ἑξῆς τίς ποτ’ ἦν οὗτος Ἰησοῦς Χριστός, δι’ ὧν ἐπισυνάπτει λέγων »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών«.