Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.76
Not analysed yet
ιζʹ. προφητῶν δὲ ἄλλος ζωὴν αὐτὸν καὶ φῶς ὠνόμαζεν ἐν τῷ προσφωνεῖν τῷ θεῷ καὶ λέγειν »ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς«. τίς γὰρ ἦν ἡ παρὰ τῷ θεῷ πηγὴ τῆς ζωῆς καὶ τὸ φῶς ἢ αὐτὸς ὁ ἐν εὐαγγελίοις εἰπὼν »ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου«, καὶ »ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή«; διὸ πάλιν ἱκετεύων ὁ προφήτης ἐν εὐχῇ πρὸς τὸν θεὸν λέγει »ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσει«. ιηʹ. ἀλήθειαν δὲ αὐτὸν καὶ Ζοροβάβελ ἀνειπὼν νικητηρίων ἠξιώθη. ὅτ’ ἐπὶ τοῦ Περσῶν βασιλέως ἀναγέγραπται εἰρηκὼς »καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα,