Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.8
Not analysed yet
διὸ δυνάμει νοερᾷ καὶ λογικῇ τὰς »κατ’ εἰκόνα« τὴν αὐτοῦ »καὶ ὁμοίωσιν« πεποιημένας ψυχὰς νοερὰς καὶ λογικὰς ἀπειργάζετο. ὡς δὲ οὐκ αἰσθητὸν ἐτύγχανεν φῶς, οὕτως οὐδὲ τὸ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὁ θεός, ἦν. »ὁ« γὰρ θεὸς φῶς ἐστιν καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία«. καὶ γὰρ ὁ μὲν φῶς ἀπροσιτον ἦν. ὡς ὁ θεῖος ἀπόστολος διδάσκει λέγων »φῶς οἰκῶν ἀπρόσιτον. ὃν εἶδεν οὐδεὶς οὐδὲ ἰδεῖν δύναται«·