Ancient Greek
1.20.82 to 1.20.83
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.82-83
Not analysed yet
κδʹ. ἀλλὰ καὶ ξύλον ζωῆς καὶ κύριον αὐτὸν Σολομὼν ἀπεκάλει λέγων »ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής«. κεʹ. καὶ ὁ τοῦ Σολομῶνος δὲ πατὴρ Δαυὶδ ἐν Ψαλμοῖς [ὁμοῦ καὶ] κύριον ὁμοῦ καὶ ἱερέα αὐτὸν ὠνόμαζεν· τοτὲ μὲν λέγων »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· καθοῦ ἐκ δεξιῶν μου«, τοτὲ δὲ φάσκων »ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ«.