Ancient Greek
1.20.85 to 1.20.86
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.85-86
Not analysed yet
|κζʹ. ὁ δ’ αὐτὸς οὗτος καὶ ἀγαπητὸς ἦν τοῦ θεοῦ, ὃ δὴ παρίστησιν ἡ τοῦ ψαλμοῦ προγραφὴ περιέχουσα »ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ«. κηʹ. Ἡσαίας δὲ βραχίονα αὐτὸν ἀπεκάλει λέγων »ἀποκαλύψει κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων 〈τῶν〉 ἐθνῶν. 〈κθʹ. 〉καὶ Δαυὶδ ὁμοῦ δικαιοσύνην καὶ σωτήριον αὐτὸν ἠπίστατο, διὸ ἔλεγεν »ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐνώπιον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ«,