Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.88
Not analysed yet
τοῦτο γοῦν καὶ ὁ θεῖος ἀπόστολος διδάσκει λέγων »κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν —νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν. ἡ ἐλπὶς τῆς δόξης«. ὁρᾷς ὅπως μυστήριον ἦν ἀποκεκρυμμένον πρότερον, νυνὶ δὲ φανερωθὲν ὁ υἱὸς τοῦ θεοῦ.