Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.95
Not analysed yet
οὐκ ἄρα τὸ λογικὸν εἶναι τὸν θεὸν τοῦτο ἦν »τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν« ,οὐδὲ τοῦτο »νῦν ἐφανερώθη« τὸ φυσικαῖς ἐννοίαις πᾶσιν ἀνθρώποις ἐγνωσμένον· ἀλλὰ γὰρ ποῖον εἰ ἔροιτό τις, ἀποκρίνεται ὁ ἀπόστολος, »νυνὶ δὲ ἐφανερώθη« λέγων »τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν«.