Ancient Greek
Book 1, Chapter 6
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.6.1
Not analysed yet
|οἱ δὲ πιστεύειν εἰς τὸν ἀφικόμενον δι’ εὐχῆς ἔχοντες τρία ταῦτα γνωριοῦσιν· τὸν »ἐκ σπέρματος Δαυὶδ« καὶ τῆς [αὐτῆς] ἁγίας παρθένου καὶ τὸν ἐνοικήσαντα τούτῳ υἱὸν τοῦ θεοῦ προόντα καὶ οὐσιωδῶς ὑφεστῶτα καὶ τὸν τούτου πατέρα θεόν, ὑφ’ οὗ καὶ αὐτὸς ἀπεστάλθαι συνεχῶς ὁμολογεῖ. »ἡμῖν« τοίνυν »εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα« κατὰ τὸν ἀπόστολον »καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, ὁ προὼν τοῦ θεοῦ μονογενὴς υἱός, καὶ τρίτος ὁ κατὰ σάρκα υἱὸς ἀνθρώπου, ὃν δι’ ἡμᾶς ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ.