Ancient Greek
Book 1, Chapter 9
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.9.6
Not analysed yet
ὁ μετὰ ταύτας |τὰς φωνὰς γενητὸν ἐξ οὐκ ὄντων καὶ κτίσμα προηγμένον ἐκ τοῦ μὴ ὄντος τὸν υἱὸν ὁριζόμενος λέληθεν τοὔνομα μὲν αὐτῷ μόνον χαριζόμενος. τὸ δ’ ἀληθῶς υἱὸν εἶναι ἀρνούμενος. ὁ γὰρ ἐξ οὐκ ὄντων γεγονὼς οὐκ [ἂν] ἀληθῶς γένοιτ’ ἂν υἱὸς θεοῦ, ὅτι μηδὲ ἄλλο τι τῶν γεννητῶν.