Ancient Greek
2.1.2 to 2.1.3
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.1.2-3
Not analysed yet
διὰ τούτων τὸν τῶν ὅλων θεόν, περὶ οὗ ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐδίδαξεν εἰπὼν »πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν«, τὸ ἐπελθὸν τῇ παρθένῳ πνεῦμα εἶναι ἔφη, ἄντικρυς τὸν Σαβέλλιον ἀνανεούμενος. καὶ προϊὼν ἑξῆς, Ἱερεμίου τοῦ προφήτου περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος σαφῶς εἰρηκότος »μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη«, ἐπὶ τὸν πατέρα ἀναφέρει τὸ λόγιον φάσκων αὐτοῖς ῥήμασιν (Nr. 50) ἀλλ’ ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς ταὐτὰ ἐκείνῳ φρονοῦσιν.