Ancient Greek
Book 2, Chapter 10
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.10.2
Not analysed yet
τί δήποτ’ οὖν, τοσούτων ὄντων, ἐπὶ μὲν τῶν λοιπῶν ἁπάντων οὐχ ἵσταται ἐπὶ τῆς λέξεως τὴν δὲ τῶν λεγομένων διάνοιαν πολυπραγμονεῖ, ἐπὶ δὲ μόνου τοῦ λόγου κυριολεκτεῖσθαι αὐτόν φησιν ὡς οὐδὲν ὄντα ἕτερον ἢ λόγον. γράφει δ’ οὖν αὐτοῖς ῥήμασιν λέγων (Nr. 40) οὐ καταχρηστικῶς ὀνομασθεὶς λόγος, κἂν διαρραγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος.