Ancient Greek
Book 2, Chapter 10
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.10.8
Not analysed yet
ἀλλὰ καὶ (Nr. 40) κυρίως (φησὶν) καὶ ἀληθῶς ὑπάρχων ‹λόγος. διατί δὲ μὴ κυρίως καὶ ἀληθῶς ὑπάρχων› θεός; οὐ γὰρ δὴ ἕτερος ἦν ὁ λόγον αὐτὸν ἀνειπών, ἕτερος δὲ ὁ θεὸν ἀποκαλέσας· εἷς δὲ καὶ ὁ αὐτὸς εὐαγγελιστὴς ὁμοῦ ‹θεὸν› καὶ λόχον αὐτὸν ἐδίδαξεν εἰπὼν »καὶ θεὸς ἦν ὁ λόγος« ,ὁ δ’ αὐτὸς καὶ φῶς αὐτὸν ὠνόμασεν. διατί οὖν μὴ κυρίως καὶ ἀληθῶς υἱὸν μονογενῆ καὶ ὅσα ἄλλα αὐτὸς ὁ δεσπότης καὶ σωτὴρ 〈διὰ〉 τοῦ εὐαγγελιστοῦ περὶ ἑαυτοῦ μεμαρτύρηκεν; ὁ δὲ πάντα παρεὶς μόνον λόγον αὐτὸν κυρίως καὶ ἀληθῶς ὑπάρχειν φησίν· καὶ προστίθησιν ὡς ἄρα μόνον εἴη λόγος, ἐντεῦθέν τε καταπίπτει ἐπὶ τὴν τοῦ ἀνθρωπείου λόγου ὁμοιότητα. |