Ancient Greek
Book 2, Chapter 11
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.11.3
Not analysed yet
τοσαῦτα περὶ τοῦ λόγου εἰπών, τὴν εὐαγγελικὴν φωνὴν ἐπάκουσον ὅπως πειρᾶται διερμηνεύειν ὧδε γράφων (Nr. 46) ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς ‹καὶ› διαρρήδην ἐν ἀρχῇ τοῦ Εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« . οὐ μιᾷ μαρτυρίᾳ χρώμενος τὴν ἀιδιότητα σημαίνει τοῦ λόγου.