Ancient Greek
Book 2, Chapter 12
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.12.1
Not analysed yet
καίτοι ὁ μέγας εὐαγγελιστὴς ἅμα καὶ θεολόγος τρίτον ἐν ταὐτῷ μνημονεύσας τοῦ λόγου, οὐδ’ ἅπαξ εἴρηκεν αὐτὸν θεοῦ λόγον. οὐ γὰρ εἶπεν· ἐν ἀρχῇ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ’ ἀορίστως »ἐν ἀρχῇ ἦν ὁ λόγος« ,ἡμῖν καταλιπὼν ζητεῖν ὁποῖος ἦν λόγος. καὶ πάλιν καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« εἶπεν δυνάμενος εἰπεῖν· καὶ ὁ λόγος τοῦ θεοῦ ἦν ἐν τῷ θεῷ. ἀλλὰ καὶ »‹καὶ› θεὸς ἦν ὁ λόγος« οὐχί· καὶ θεοῦ ἦν ὁ λόγος, ἔφη, ἵνα μὴ τοῦ θεοῦ ἐνέργειάν τινα σημαντικήν τινος ἢ ποιητικὴν εἶναι αὐτὸν ὑπολάβωμεν.