# De ecclesiastica theologia 2.14.4-6

Eusebius, De ecclesiastica theologia, 2.14.4 to 2.14.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-ecclesiastica-theologia/2.14.4

εἰ γὰρ εἰρήκει· καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ, ὡς ἐν ὑποκειμένῳ συμβεβηκὸς καὶ ὡς ἕτερον ἐν ἑτέρῳ δούς, σύνθετον ὥσπερ〈εὶ〉 εἰσῆγεν ‹ἂν› τὸν θεόν, οὐσίαν μὲν αὐτὸν ὑποτιθέμενος δίχα λόγου συμβεβηκὸς δὲ τῇ οὐσίᾳ τὸν λόγον. ὅπερ οἰηθεὶς Μάρκελλος τὸν πατέρα καὶ τὸν υἱὸν ἐπὶ τὸ αὐτὸ συνάγει, τὴν μὲν οὐσίαν καλῶν τὸν πατέρα, τὸν δ’ ἐν αὐτῷ λόγον τὸν υἱόν· οὐ λογισάμενος ὡς ὁ τοῦτο διδούς, τὸν θεὸν ἄνευ λόγου ὑποθέμενος. ἀθέῳ καὶ δυσσεβεῖ περιπέσοι ἂν δόγματι θεὸν ἄλογον παραδεχόμενος, ἔχοντα μὲν λόγον ὡς συμβεβηκότα ἐν αὐτῷ οὐ μὴν αὐτὸν ὄντα λόγον· δέον ἕν τι θεῖον, ἄρρητον, ἀγαθόν, ἁπλοῦν, ἀσύνθετον, μονοειδὲς τὸ ἐπέκεινα τῶν ὅλων ὁμολογεῖν, αὐτόθεον, αὐτονοῦν, αὐτόλογον, αὐτοσοφίαν, αὐτοφῶς, αὐτοζωήν, αὐτοκαλόν, αὐτοαγαθὸν ὄντα καὶ τούτων ὅ τι ἄν τις κρεῖττον ἐπινοήσειεν, μᾶλλον δ’ ὑπὲρ πάντα νοῦν καὶ πάσης ἐπέκεινα διανοίας τε καὶ ἐνθυμήσεως,

---

Eusebius of Caesarea, De ecclesiastica theologia, ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg009.local002/.
