Ancient Greek
Book 2, Chapter 17
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.17.4
Not analysed yet
ἐπεὶ δὲ τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ παραβάλλειν ἐδόκει Μαρκέλλῳ, καὶ πόσῳ βελτίω εἶναι φήσομεν, εἰκόνι χρώμενον τῷ ἀνθρωπίνῳ λόγῳ, τούτῳ μᾶλλον χρήσασθαι τῷ παραδείγματι καὶ φάναι τοῦ παρ’ |ἡμῖν λόγου πατέρα εἶναι τὸν νοῦν, ἕτερον ὄντα παρὰ τὸν λόγον. τὸν μὲν γὰρ νοῦν, ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ’ οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ἱδρυμένος τὰ πρακτέα βουλεύεται· ὁ δ’ ἐξ αὐτοῦ λόγος οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος τοῖς ἐκτὸς πᾶσιν καθίσταται γνώριμος.