Ancient Greek
Book 2, Chapter 19
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.19.11
Not analysed yet
καὶ αὖθις μικρὸν ὕστερον »ἐγώ εἰμι κύριος ὁ θεός σου« φησίν, ἑαυτὸν κύριον καὶ θεὸν εἶναι λέγων. τί δὲ καὶ δι’ ἑτέρας γραφῆς μανθάνομεν; »καὶ γνώσῃ σήμερον« φησὶν »καὶ οὐ διαστραφήσῃ τῇ διανοίᾳ, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ‹ἄνω› καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ«. καὶ αὖθις ἐν τῷ αὐτῷ Δευτερονομίῳ »ἄκουε, Ἰσραήλ· «φησὶν »κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν· καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅλης διανοίας«.