Ancient Greek
2.19.18 to 2.19.19
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.19.18-19
Not analysed yet
εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος αὐτῷ διακειμένους λεχθέν〈τος〉, ἀκουέτω αὐτοῦ Ἡσαΐου λέγοντος »μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγὼ ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ«. οὐκ εἶπεν· ἐγὼ θεός, ἵνα καὶ διὰ τῆς τοῦ ἄρθρου προσθήκης ἕνα θεὸν ὄντα σαφῶς ἐπιδείξῃ. τί δὲ καὶ Ὡσηὲ ὁ προφήτης; οὐ καὶ αὐτὸς τὰ αὐτὰ μαρτυρεῖ, »ἐγὼ ἀνήγαγόν σε ἐξ Αἰγύπτου. «λέγων »καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν παρὲξ ἐμοῦ«; αὖθις τε ὁ Μαλαχίας »οὐχὶ θεὸς εἷς