Ancient Greek
Book 2, Chapter 19
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.19.9
Not analysed yet
τούτοις προστίθησιν κατασκευάζων ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ ὅτι μή ἐστιν υἱὸς διὰ τούτων (Nr. 68) ὅτι δὲ τὴν μονάδα κύριον καὶ θεὸν οἶδεν καλεῖν ἡ θεία γραφή, ἤδη καὶ ἐκ τῶν προειρημένων δῆλον γέγονεν, δι’ ὧν πρὸς τὸν ἑαυτοῦ θεράποντα Μωσέα ὁ θεὸς ἔφη »εἶπεν δὲ ὁ θεὸς πάλιν πρὸς Μωσέα· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς«. ὁρᾷς ὅπως ἓν ἐπιδεικνὺς ἡμῖν ἐνταῦθα πρόσωπον τὸ αὐτὸ κύριον καὶ θεὸν προσαγορεύει.