Ancient Greek
2.20.9 to 2.20.10
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.20.9-10
Not analysed yet
λεγέτω πρὸς ταῦτα Μάρκελλος, εἰ οἷός τέ ἐστιν ἐκ τῶν παλαιῶν γραμμάτων τὴν τούτων προφέρειν διδασκαλίαν. εἰ δὲ μὴ εὑρίσκοι, τὴν αἰτίαν ἀποδιδότω δι’ ἣν σεσιώπητο τοῖς τοῦ θεοῦ προφήταις ταῦτά τε πάντα καὶ ἄλλα τούτοις ἀδελφὰ μυρία, περὶ ὧν ὁ αὐτὸς ἀπόστολος ὑπὲρ ἡμῶν ἐδεῖτο τοῦ θεοῦ, »ἵνα ἐξισχύσωμεν καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ θεοῦ«.