Ancient Greek
Book 2, Chapter 21
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.21.10
Not analysed yet
κἂν λέγῃ »ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι. καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ«, πάλιν ὁ πατὴρ ἦν ὡς διὰ εἰκόνος καὶ μεσίτου διὰ τοῦ υἱοῦ τοῦτο φάσκων. εἰ γὰρ δὴ λέγοντος μὲν Ἡσαΐου τοῦ προφήτου »υἱοὺς ἐγέννησα καὶ ὕψωσα« καὶ πάλιν »Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν« καὶ αὖθις ἐγὼ πᾶσιν τοῖς ἄστροις ἐνετειλάμην, καὶ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν« καὶ ὅσα ἄλλα τοιαῦτα, οὐ τὸν Ἡσαΐαν ταῦτα λέγειν φήσομεν, δι’ αὐτοῦ δὲ τὸν ἐν αὐτῷ λαλοῦντα θεόν, οὐχὶ δὴ καὶ ἐπὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ πρέποι ἂν τὸν πατέρα δι’ αὐτοῦ χρῆναι ταῦτα διαμαρτύρασθαι τοῖς τῶν τοιῶνδε παραγγελμάτων δεομένοις; εἰδωλολάτραι δ’ ἦσαν οὗτοι, ὡς ἡ αὐτὴ διδάσκει γραφὴ λέγουσα καὶ »εἶπεν κύριος· ποῦ εἰσὶν οἱ θεοὶ αὐτῶν, ἐφ’ οἷς ἐπεποίθεισαν ἐπ’ αὐτοῖς; ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε, καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν· ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν. καὶ γενηθήτωσαν ὑμῶν σκεπασταί«. τούτοις γὰρ συνῆπται τὸ »ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ«.