# De ecclesiastica theologia 2.21.2-4

Eusebius, De ecclesiastica theologia, 2.21.2 to 2.21.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-ecclesiastica-theologia/2.21.2

ὅτε καὶ θαυμασάντων ἐπὶ τῷ λόγῳ προσέθηκεν τὸ »πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμιι«, τὴν προΰπαρξιν ἑαυτοῦ παριστὰς λευκότατα. τί δὴ οὖν συνίστησιν ὁ λόγος ἢ αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸν χρηματίσαντα τῷ Μωσεῖ καὶ εἰρηκότα »ἐγώ εἰμι ὁ ὤν«; αὐτὸς γὰρ τῷ Ἀβραὰμ ὦφθαι ἑαυτὸν ἐδίδαξεν. ὅπως δὲ ἦν αὐτὸς »ὁ ὤν«, εἴρηται. καὶ ὁ μέγας δὲ ἀπόστολος Παῦλος οἶδεν τὸν υἱὸν τοῦ θεοῦ μεσίτην γενόμενον τῆς διὰ Μωσέως νομοθεσίας, ἐν οἷς διδάσκει λέγων »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν«. | οὐκοῦν ὁ χρηματίσας τῷ Μωσεῖ ὁ μεσίτης ἦν, ἐξ ἐκείνου μεσιτεύων τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν. τοῦτον δὲ εἶναι Ἰησοῦν Χριστὸν ὁ αὐτὸς ἀπόστολος παρέστησε φήσας »εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός«. εἴτ’ οὖν ἐξ αὐτοῦ 〈τοῦ〉 προσώπου λέγοιτο παρὰ Μωσεῖ τὸ »ἐγώ εἰμι ὁ ὤν«, εἴθ’ ὁ πατὴρ ἦν ὁ δι’ αὐτοῦ ταύτην προϊέμενος τὴν φωνήν, ἑκατέρως ἀληθεύοι ἂν ὁ λόγος.

---

Eusebius of Caesarea, De ecclesiastica theologia, ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg009.local002/.
