Ancient Greek
Book 2, Chapter 22
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.22.2
Not analysed yet
αὐτὸς οὖν ὁ ἀληθινὸς ἦν θεός, ὁ εἷς μόνος καὶ ἕτερος οὐκ ἔστιν πλὴν αὐτοῦ, ὁ μὴ μόνον διὰ τῶν προφητῶν ἀλλὰ διὰ τοῦ ἰδίου υἱοῦ ταῦτα κατ’ ἐκεῖνο καιροῦ εἰδωλολατρεύοντι τῷ Ἰουδαίων ἐγκελευόμενος ἔθνει. αὐτίκα δ’ οὖν ὁ Ἡσαΐας (μᾶλλον δὲ ὁ θεὸς δι’ αὐτοῦ) εἰπὼν »πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. τίς ὥσπερ ἐγώ; «καὶ ἑξῆς »μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ«, ἐπήγαγεν τὸ »καὶ οὐκ ἦσαν τότε. οἱ πλάσσοντες καὶ οἱ γλύφοντες πάντες μάταιοι, ποιοῦντες τὰ καταθύμια αὐτῶν«.