Ancient Greek
Book 2, Chapter 23
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.23.1
Not analysed yet
αὐτίκα δ’ οὖν οὐ συνίησιν τὰς φωνὰς τοῦ θείου ἀποστόλου, διαφόρως διδάξαντος αὐτὸν εἶναι εἰκόνα τοῦ θεοῦ δι’ ὧν ἐξεθέμην αὐτοῦ λέξεων, δέον ἐντεῦθεν συνεῖναι ὡς οὐ δύο θεοὺς ἡ ἐκκλησία τοῦ θεοῦ κηρύττει· οὐ γὰρ δύο ἀγέννητα οὐδὲ δύο ἄναρχα, ὡς πολλάκις ἡμῖν εἴρηται, οὐδὲ δύο οὐσίας ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένας ἀλλήλαις εἰσάγει, διὸ οὐδὲ δύο θεούς, ἀλλὰ μίαν ἀρχὴν καὶ θεὸν καὶ τὸν αὐτὸν πατέρα διδάσκουσα εἶναι τοῦ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ, ὡσαύτως δὲ καὶ μίαν εἰκόνα »τοῦ θεοῦ τοῦ ἀοράτου«, τὴν αὐτὴν οὖσαν τῷ μονογενεῖ καὶ ἀγαπητῷ υἱῷ αὐτοῦ. κἂν λέγῃ δὲ ὁ ἀπόστολος θεολογῶν τὸν πατέρα »ὁ μακάριος καὶ μόνος δυνάστης« καὶ πάλιν »ὁ μόνος ἔχων ἀθανασίαν,