Ancient Greek
2.6.2 to 2.6.4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.6.2-4
Not analysed yet
διὸ πιστεύειν παρείληφεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τῆς ἁγίας ταύτης καὶ μυστικῆς πίστεως τὴν ἐν Χριστῷ παρεχούσης ἀναγέννησιν τοῖς δι’ αὐτῆς φωτιζομένοις. ἀλλὰ τὴν μονάδα φησὶν Μάρκελλος ἐνεργείᾳ πλατύνεσθαι, ‹ὂ› ἐπὶ μὲν σωμάτων χώραν ἔχει, ἐπὶ δὲ τῆς ἀσωμάτου καὶ ἀλέκτου καὶ ἀνεκφράστου οὐσίας οὐκέτι. οὐδὲ γὰρ ἐν τῷ ἐνεργεῖν πλατύνεται οὐδ’ ἐν τῷ μὴ ἐνεργεῖν συστέλλεται, οὐδ’ ὅλως ὁμοίως ἀνθρώποις ἐνεργεῖ οὐδ’ ὁμοίως ἀνθρώποις κινεῖται· μονὰς δὲ ὢν ἀδιαίρετος ὁ θεὸς τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐξ ἑαυτοῦ ἐγέννα, οὐ διαιρούμενος οὐδ’ ἀλλοίωσιν ἢ τροπὴν ἢ ῥοὴν ἢ τι πάθος ὑπομένων. οὐδὲ γὰρ προστάττων οὐδ’ ἐγκελευόμενος οὐδὲ νομοθετῶν, ὁμοίως ἀνθρώποις γλώττῃ καὶ χείλεσιν λαλῶν, ταῦτα πράττει, οὐδέ γε ἀφορῶν εἰς τὴν τοῦ παντὸς διακόσμησιν ὁμοίως ἡμῖν ὀφθαλμοῖς χρώμενος ἐνατενίζει, ὁπότε καὶ »τὰ μὴ ὄντα« προλαβὼν ἀρρήτῳ καὶ θεϊκῇ δυνάμει ὡς ἤδη ὄντα καὶ ὑφεστῶτα θεωρεῖ.