Ancient Greek
2.7.3 to 2.7.4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.7.3-4
Not analysed yet
οὐδὲ γὰρ ἰσοτίμους αὐτὰς ὁριζόμεθα οὐδ’ ἄμφω ἀνάρχους καὶ ἀγεννήτους, ἀλλὰ μίαν μὲν τὴν ἀγέννητον καὶ ἄναρχον, θατέραν δὲ γεννητὴν καὶ ἀρχὴν τὸν πατέρα κεκτημένην. διὸ καὶ αὐτὸς ὁ υἱὸς καὶ ἑαυτοῦ εἶναι θεὸν τὸν αὐτοῦ πατέρα διδάσκει, ἐν οἷς φησιν »ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν«. ὁ μὲν δὴ θεὸς καὶ πατὴρ καὶ αὐτοῦ τοῦ υἱοῦ θεὸς ὢν δείκνυται·