Ancient Greek
Book 2, Chapter 8
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.8.2
Not analysed yet
εἶθ’ ὅτι μηδὲ γεγέννηται ἐκ τοῦ πατρὸς ὁ λόγος παριστὰς ὧδε λέγει πρὸς λέξιν (Nr. 28) ὁ τοίνυν ἱερὸς ἀπόστολος καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, »ἐν ἀρχῇ ἦν ὁ λόγος« ‹λέγων› »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«, οὐδὲν γενέσεως ἐνταῦθα μνημονεύων τοῦ λόγου. οὕτω δὴ τὸν υἱὸν τοῦ θεοῦ ἀρνούμενος, τὸν ἐν τῷ θεῷ λόγον ποτὲ μὲν ἔνδον εἶναι ἐν τῷ θεῷ ἔφασκεν ποτὲ δὲ προϊέναι τοῦ θεοῦ, καὶ ἄλλοτε πάλιν ἀναδραμεῖσθαι εἰς τὸν θεὸν καὶ ἔσεσθαι ἐν αὐτῷ,