Ancient Greek
3.1.2 to 3.1.4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.1.2-4
Not analysed yet
καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην· δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν. πλοῦτος καὶ δόξα μοι ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γιγνόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.