Ancient Greek
Book 3, Chapter 10
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.10.4
Not analysed yet
ἀλλ’ ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ’ ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῷ ἱερῷ ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη· βλέπομεν γὰρ ἄρτι« φησὶν δι’ ἐσόπτρου 〈ἐν〉 αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον« καὶ |τὰ ἑξῆς. ὥστε μή μου πυνθάνου περὶ ὧν σαφῶς παρὰ τῆς θείας γραφῆς μὴ μεμάθηκα· διὰ τοῦτο τοίνυν οὐδὲ περὶ τῆς θείας [γραφῆς] ἐκείνης τῆς τῷ λόγῳ κοινωνησάσης σαρκὸς σαφῶς εἰπεῖν δυνήσομαι. εἶθ’ ὁ μηδὲν λέγειν δύνασθαι ὁμολογῶν μηδὲ μεμαθηκέναι τι ἀπὸ τῆς γραφῆς.