Ancient Greek
Book 3, Chapter 10
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.10.7
Not analysed yet
καὶ ταῦτα δὲ πάλιν ἐκ τῶν θείων ἀναγνωσμάτων, ἃ μὴ νενόηκεν, συνιστᾶν πειρᾶται. τοῦ γὰρ σωτῆρος ἡμῶν πρὸς τοὺς μὴ συνιέντας τὰς περὶ τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ διδασκαλίας εἰρηκότος τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«,