Ancient Greek
3.12.6 to 3.12.7
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.12.6-7
Not analysed yet
μὴ δὴ οὖν, φησίν, σκανδαλιζέτω ὑμᾶς τοῦτο, ὃ περὶ βρώσεως τῆς ἐμῆς σαρκὸς καὶ περὶ πόματος τοῦ ἐμοῦ αἵματος εἴρηκα, μηδὲ ταραττέτω ὑμᾶς ἡ πρόχειρος ἀκοὴ τῶν περὶ τῆς σαρκὸς καὶ αἵματος εἰρημένων μοι· ταῦτα γὰρ »οὐδὲν ὠφελεῖ« αἰσθητῶς ἀκουόμενα, τὸ δὲ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν τοὺς πνευματικῶς ἀκούειν δυναμένους. ἀλλ’ ὁ καινὸς ἐξηγητὴς τῶν εὐαγγελικῶν μαθημάτων μηδὲν τούτων συνείς, ἐπάκουσον ὅπως γράφει λέγων αὐταῖς συλλαβαῖς (Nr. 105) τοῦ ἀνθρωπίνου ἁψάμενος σώματος καὶ δείξας αὐτὸ τοῖς ὁρῶσιν τοῦτο ὑμᾶς σκανδαλίζει; «ἔφη ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνιόντα, ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἡ σὰρξ οὐδὲν ὠφελεῖ«.