Ancient Greek
Book 3, Chapter 13
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.13.2
Not analysed yet
τὸ αὐτὸ δὲ τοῦτο συνίστασθαί φησιν καὶ διὰ τοῦ φάσκοντος Ψαλμοῦ »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«, καὶ Παῦλον δὲ τὸν ἀπόστολον διὰ τοῦτο εἰρηκέναι τὸ δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«· τὸ γὰρ »ἕως« καὶ τὸ »ἄχρι« περιωρισμένου χρόνου σημαντικὸν εἶναι ὑπέλαβεν. ἐπάκουσον γοῦν ὅπως κατὰ λέξιν γράφει λέγων (Nr. 104) διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ ὁ παντοκράτωρ θεός, ὁ δεσπότης, πρὸς αὐτὸν λέγειν »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. ἐνεργείᾳ μόνῃ διὰ τὴν ἀνθρωπίνην σάρκα χωρίζειν αὐτὸν δοκῶν καὶ ὥσπερ ῥητόν τινα χρόνον ὁρίζων αὐτῷ τῆς ἐν δεξιᾷ καθέδρας οὕτω φησὶν πρὸς αὐτὸν »ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«.