Ancient Greek
Book 3, Chapter 14
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.14.1
Not analysed yet
διὰ τοσούτων Μάρκελλος καὶ τὸ σῶμα τῆς δόξης« τοῦ υἱοῦ ἠγνόησεν καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασιλείαν ἀρνεῖται, οὐκ ἐπιστήσας ὡς κατά τινα συνήθειαν τῆς γραφῆς ἰδιάζουσαν τὸ ἕως παραλαμβάνεσθαι εἴωθεν. οὕτω γοῦν ὁ σωτὴρ τοῖς μαθηταῖς ἔλεγεν »ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, οὐκ ἀναιρῶν τὸ συνέσεσθαι αὐτοῖς καὶ μετὰ τὴν συντέλειαν, διδάσκων δ’ ὅτι καὶ νῦν μὲν ἔσται σὺν αὐτοῖς ἕως τῆς συντελείας ἐπισκοπῶν καὶ φυλάττων πάντας τοὺς αὐτῷ μαθητευομένους, καὶ μετὰ τὴν συντέλειαν δὲ κρειττόνως αὐτοῖς συνέσται κοινωνοὺς αὐτοὺς ἀποφαίνων τῆς αὐτοῦ βασιλείας.