# De ecclesiastica theologia 3.14.2

Eusebius, De ecclesiastica theologia, Book 3, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-ecclesiastica-theologia/3.14.2

οὕτως οὖν καὶ τὸ καθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου« καὶ τὸ »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως« οὐχ ὡς μηκέτ’ ἐσομένου μετὰ ταῦτα λέλεκται, ἀλλ’ ὡς μέλλοντος κατὰ τὸν τῆς συντελείας καιρὸν διανίστασθαι ἀπὸ τοῦ θρόνου τοῦ πατρικοῦ καὶ δευτέραν ποιεῖσθαι κάθοδον ἐκ τοῦ οὐρανοῦ, περὶ ἧς ὁ ἀπόστολος διδάσκει λέγων »ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι. ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρας· καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα«. | δεῖ τοίνυν τὸν σωτῆρα μένειν ἐν οὐρανῷ καὶ καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρὸς ἕως τῆς συντελείας«, κατὰ δὲ αὐτὴν τὴν συντέλειαν τοῦ παντὸς τὴν ἔνδοξον καὶ δευτέραν αὐτοῦ παρουσίαν ποιησάμενος τοὺς ἁγίους αὐτοῦ παραλήψεται εἰς τὸ πάντοτε αὐτῷ συνεῖναι, οὐχὶ μέχρι τινὸς χρόνου ἀλλ’ εἰς ἄπειρον αἰῶνα· οὓτω« γάρ φησιν πάντοτε σὺν κυρίῳ ἐσόμεθα«.

---

Eusebius of Caesarea, De ecclesiastica theologia, ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg009.local002/.
